Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.30.1 | Hdt. 5.30.5 (English) | >>Hdt. 5.31.2 |
5.30.3 ἀπικόμενοι δὲ οἱ Νάξιοι ἐς τὴν Μίλητον ἐδέοντο τοῦ Ἀρισταγόρεω , εἴ κως αὐτοῖσι παράσχοι δύναμίν τινα καὶ κατέλθοιεν ἐς τὴν ἑωυτῶν . ὁ δὲ ἐπιλεξάμενος ὡς ἢν διʼ αὐτοῦ κατέλθωσι ἐς τὴν πόλιν , ἄρξει τῆς Νάξου , σκῆψιν δὲ ποιεύμενος τὴν ξεινίην τὴν Ἱστιαίου , τόνδε σφι λόγον προσέφερε ·
5.30.4 “αὐτὸς μὲν ὑμῖν οὐ φερέγγυός εἰμι δύναμιν παρασχεῖν τοσαύτην ὥστε κατάγειν ἀεκόντων τῶν τὴν πόλιν ἐχόντων Ναξίων · πυνθάνομαι γὰρ ὀκτακισχιλίην ἀσπίδα Ναξίοισι εἶναι καὶ πλοῖα μακρὰ πολλά · μηχανήσομαι δὲ πᾶσαν σπουδὴν ποιεύμενος .
5.30.5 ἐπινοέω δὲ τῇδε . Ἀρταφρένης μοι τυγχάνει ἐὼν φίλος · ὁ δὲ Ἀρταφρένης ὑμῖν Ὑστάσπεος μὲν ἐστὶ παῖς , Δαρείου δὲ τοῦ βασιλέος ἀδελφεός , τῶν δʼ ἐπιθαλασσίων τῶν ἐν τῇ Ἀσίῃ ἄρχει πάντων , ἔχων στρατιήν τε πολλὴν καὶ πολλὰς νέας . τοῦτον ὦν δοκέω τὸν ἄνδρα ποιήσειν τῶν ἂν χρηίζωμεν .”
5.30.6 ταῦτα ἀκούσαντες οἱ Νάξιοι προσέθεσαν τῷ Ἀρισταγόρῃ πρήσσειν τῇ δύναιτο ἄριστα , καὶ ὑπίσχεσθαι δῶρα ἐκέλευον καὶ δαπάνην τῇ στρατιῇ ὡς αὐτοὶ διαλύσοντες , ἐλπίδας πολλὰς ἔχοντες , ὅταν ἐπιφανέωσι ἐς τὴν Νάξον , πάντα ποιήσειν τοὺς Ναξίους τὰ ἂν αὐτοὶ κελεύωσι , ὣς δὲ καὶ τοὺς ἄλλους νησιώτας . τῶν γὰρ νήσων τουτέων τῶν Κυκλάδων οὐδεμία κω ἦν ὑπὸ Δαρείῳ .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.30.1 | Hdt. 5.30.5 (English) | >>Hdt. 5.31.2 |